…And he himself gave apostles, prophets, evangelists, shepherds and teachers
- πρὸς τὸν καταρτισμὸν τῶν ἁγίων for the purpose of equipping the saints
εἰς ἔργον διακονίας, for the work of serving,
εἰς οἰκοδομὴν τοῦ σώματος τοῦ Χριστοῦ, for building up the body of Christ
- μέχρι καταντήσωμεν οἱ πάντες until we all attain
εἰς τὴν ἑνότητα τῆς πίστεως καὶ τῆς ἐπιγνώσεως τοῦ υἱοῦ τοῦ θεοῦ, to the unity in the faith and in the knowledge of the Son of God
εἰς ἄνδρα τέλειον, to one mature adult
εἰς μέτρον ἡλικίας τοῦ πληρώματος τοῦ Χριστοῦ, to the measure of the stature of the fullness of Christ
- ἵνα μηκέτι ὦμεν νήπιοι, that we should no longer be children
κλυδωνιζόμενοι καὶ περιφερόμενοι παντὶ ἀνέμῳ τῆς διδασκαλίας wave-tossed and blown around by every wind of teaching
ἐν τῇ κυβείᾳ τῶν ἀνθρώπων by the trickery of people,
ἐν πανουργίᾳ πρὸς τὴν μεθοδείαν τῆς πλάνης, by craftiness in deceitful schemes
- ἀληθεύοντες δὲ ἐν ἀγάπῃ But speaking out the truth in love
αὐξήσωμεν εἰς αὐτὸν τὰ πάντα, ὅς ἐστιν ἡ κεφαλή, Χριστός, we should grow up in every way into him who is the head, Christ
- ἐξ οὗ πᾶν τὸ σῶμα from whom the whole body,
συναρμολογούμενον καὶ συμβιβαζόμενον being joined together and held together
διὰ πάσης ἁφῆς τῆς ἐπιχορηγίας by every supporting ligament
κατʼ ἐνέργειαν from the proper working
ἐν μέτρῳ ἑνὸς ἑκάστου μέρους of the measure of each individual part
τὴν αὔξησιν τοῦ σώματος ποιεῖται produces the growth of the body
εἰς οἰκοδομὴν ἑαυτοῦ ἐν ἀγάπῃ. for the building up of itself in love.